Εις τον Κύριον Ιησούν Χριστόν
24 Οκτωβρίου, 2012 — vatopaidifriend5
Ὑψωσόν μου τὸν νοῦν πρὸς σέ, κάτω ἑλκυσθέντα, καὶ ἀνάγαγέ με ἀπὸ τοῦ χάσματος τῆς ἀπωλείας· ὅτι οὐκ ἔχω μετάνοιαν, οὐκ ἔχω κατάνυξιν, οὐκ ἔχω δάκρυον παρακλητικόν, τὰ ἐπανάγοντά με τέκνα πρὸς ἰδίαν κληρονομίαν. Ἐσκότισμαι τὸν νοῦν ἐν τοῖς βιωτικοῖς πάθεσι, καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς σὲ ἐν ὀδύνῃ, οὐ δύναμαι θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς σὲ ἀγάπης.
Ἀλλά…
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι μετάνοιαν ὁλόκληρον, καὶ καρδίαν ἐπίπονον εἰς ἀναζήτησίν σου· χάρισαί μοι τὴν χάριν σου, καὶ ἀνακαίνισον ἐν ἑμοὶ τὰς μορφὰς τῆς σῆς εἰκόνος. Κατέλιπόν σε, μὴ μὲ ἐγκαταλίπῃς· ἔξελθε εἰς ἀναζήτησίν μου, ἐπανάγαγέ με πρὸς τὴν νομήν σου, συναρίθμησόν με τοῖς προβάτοις τῆς ἐκλεκτῆς σου ποίμνης, καὶ διάθρεψόν με σὺν αὐτοῖς ἐκ τῆς χλόης τῶν θείων σοῦ Μυστηρίων· πρεσβείαις τῆς πανάγνου Μητρός σου, καὶ πάντων τῶν Ἁγίων σου. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου